Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ,
τῶν ἐν Ῥώμῃ μαρτυρησάντων.
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ,
τῶν ἐν Ῥώμῃ τελειωθέντων.
Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,
Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου.
Ὁ ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται.
Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου