Κυριακή 19 Ιανουαρίου 2014

Άγιοι Ευθύμιοι της 20 Ιανουαρίου

Ο άγ. Ευθύμιος ο Μέγας (από εδώ)
Άγ. Ευθύμιος του Κιέβου

Εὐθύμιος ὁ Μέγας

Εὐθύμιος καὶ Λαυρέντιος το
ῦ Κιέβου 

Εὐθύμιος Ἀρχιεπίσκοπος Τυρνόβου
(& Οι άγιοι της Βουλγαρίας

Εὐθύμιος τοῦ Ἀρχαγγέλσκ (Ρωσίας)


Όσιος Ευθύμιος του Ζυανζέμσκ, μοναχός (1456 ή 1470), & Χαρίτων ο μαθητής του (δε βρήκα στοιχεία*) 
*Γ. Πιπεράκι, Πανάγιον, Μήλεσι 2006, σελ. 42.

Την ίδια μέρα γιορτάζει και ο άγιος Πέτρος ο Τελώνης (έναςαπάνθρωπος φοροεισπράκτορας, που πούλησε τον εαυτό του δούλο). ΑΞΙΖΕΙ να τον γνωρίσετε εδώ!

Τροπάρια του αγ. Ευθυμίου του Μεγάλου

Ἀπολυτίκιον. Ἦχος δ’.
Άγ. Ευθύμιος Τυρνόβου
Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ, ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς δῶρον θεόσδοτον καὶ εὐθυμίας ἀρχή, ἐκ στείρας ἐβλάστησας τῇ Ἐκκλησίᾳ Χριστοῦ, Εὐθύμιε Ὅσιε· ὅθεν δι’ εὐσεβείας, διαλάμψας τῷ κόσμῳ, γέγονας Μοναζόντων πρακτικὸς ὑποφήτης· διὸ τοὺς σὲ εὐφημοῦντας, Χριστῷ οἰκείωσαι.

Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε, τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.

Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Στειρωτικῆς ἀπὸ νηδύος ἀνεβλάστησας
Καὶ γεωργὸς τῆς εὐσεβείας ὤφθης ἄριστος,
Μοναστῶν δὲ ὑποφήτης καὶ ποδηγέτης.
Ἀλλ’ ὡς θείας εὐθυμίας πέλων ἔμπλεως
Ἀθυμίας ψυχικῆς ἡμᾶς ἀπάλλαξον
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Εὐθύμιε.

Μεγαλυνάριον.
Ἐξ ἀκάρπου μήτρας ἀποτεχθείς, κατάκαρπος ὤφθης, τοῖς τοῦ Πνεύματος ἀγαθοῖς, δι’ ὧν ἀγαθύνεις, Πατέρων τὰς χορείας, Εὐθύμιε παμμάκαρ, ἀσκήσας ἄριστα.

πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου