Εμφάνιση αναρτήσεων με ετικέτα Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 29 Ιουνίου 2013

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ – Η ΣΥΝΑΞΙΣ ΤΩΝ ΙΒ΄ ΑΠΟΣΤΟΛΩΝ

Κυριακὴ 30 Ἰουνίου. Κυριακὴ τῶν Ἁγίων Πάντων. Ἡ Σύναξις τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ καὶ Εὐρώπῃ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων Πάντων Ἑορτὴν ἑορτάζομεν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακὸν ψαλμόν, εἰς τὸ· Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν γ΄ ἀναστάσιμα στιχηρὰ τοῦ πλ.δ΄ ἤχου· Ἐσπε-ρινὸν ὕμνον, καὶ λογικὴν λατρείαν…Κύριε, Κύριε, μὴ ἀποῤῥίψης ἡμᾶς… Χαῖρε Σιὼν ἁγία…καὶ ἒν ἀνατολικὸν· Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος… Δόξα…τὸ ἰδιόμελον τῶν ἁγίων· Μαρτύρων θεῖος χορός…Καὶ νῦν, τὸ δογματικὸν θεοτοκίον· Πως σὲ μακαρίσωμεν Θεοτόκε…Τὸ· Φῶς ἱλαρόν Τὸ προκείμενον τῆς ἡμέρας μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν· Ἀνῆλθες ἐπὶ Σταυροῦ…εἶτα τὰ γ΄ προσόμοια τῆς Θεοτόκου· Χαῖρε, Θεοτόκε πάνσεμνε…Χαῖρε, Θεομῆτορ ἄχραντε… Χαῖρε, Θεοτόκε Δέσποινα…Δόξα…τὸ ἰδιόμελον τῶν ἁγίων· Πίστεως συμφωνία…ἅτινα εὑρίσκεται εἰς τὴν Λιτὴν τοῦ μεγάλου ἐσπερινοῦ. Καὶ νῦν…τὸ ὁμόηχον ἐγκωμιαστικὸν θεοτοκίον· Νεφέλην σὲ φωτὸς ἀϊδίου… Τό· Νν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτίκιον, τὸ ἀναστάσιμον· Ἐξ ὕψους κατῆλθες…τῶν Ἀποστόλων· Ἀπόστολοι ἅγιοι…Δόξα…τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον· Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον…Ἀπόλυσις. 

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, ὁ κανὼν τῆς Θεοτόκου κατ’ ἦχον καὶ ἡμέραν· Θεία προνοίᾳ γεγονὼς εἰς ὑπαρξιν…(ἐκ τοῦ Θεοτοκαρίου τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου). Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς φύσεως…Ἐν τέλει δὲ οἱ κδ΄ οἴκοι τῆς Θεοτόκου.

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακὸν καὶ τὸ α΄ κάθισμα τοῦ Ψαλτρίου, ἤτοι τὸ· Μα-κάριος ἀνήρ…εἰς τὸ· Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν γ΄ ἀναστάσιμα στιχηρὰ· Ἐσπερινὸν ὕμνον…Κύριε, Κύριε, μὴ ἀποῥῤίψης ἡμᾶς…Χαῖρε, Σιὼν ἁγία…ἀνατολικὸν ἐν· Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος… τῶν ἁγίων προσόμοια γ΄· Οἱ πνευματοῥῤήτορες…Πυρὶ ἐκκαιόμενοι… Θηρσὶ προσπαλαίσαντες…καὶ τῶν ἀποστόλων προσόμοια γ΄· Ὡς αὐτό-πται καὶ μάρτυρες…Ὡς βολίδες ἀστράπτουσαι…Ἁλιέων ὁ κάλαμος… Δόξα…τὸ ἰδιόμελον τῶν ἁγίων· Μαρτύρων θεῖος χορός…Καὶ νῦν…τὸ α΄ δογματικὸν θεοτοκίον· Ὁ Βασιλεὺς τῶν οὐρανῶν…Εἴσοδος. Τὸ· Φῶς ἱλαρόν…καὶ τὸ προκείμενον· Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῆς ἡμέρας· α’. Πάντα τὰ ἔθνη συ-νήχθησαν ἅμα…(Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ΄ μγ΄. 9),  β΄. Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ…(Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. Κεφ΄ γ΄. 1), γ΄. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι…(Σοφίας Σολομῶντος τὸ Ἀ-νάγνωσμα. Κεφ΄ ε΄. 16). Εἰς τὴν Λιτήν, ψάλλομεν τὸ στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς ἢ τοῦ ἁγίου τοῦ ναοῦ. Εἶτα τὰ γ΄ ἰδιόμελα τῶν ἁγίων· Πίστεως συμφωνία…Δεῦτε πάντες οἱ πιστοί…Δεῦτε ἅπαντες…Δόξα… τὸ ἰδιόμελον τῶν ἁγίων· Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί…Καὶ νῦν…τὸ ὁμόηχον θεοτοκίον· Ναὸς καὶ πύλη ὑπάρχεις…Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν· Ἀνῆλθες ἐπὶ Σταυροῦ…καὶ τὰ κατ’ ἀλφά-βητον γ΄ στιχηρὰ· Χριστὸν δοξολογήσωμεν…Ψαλμοῖς καὶ ὕμνοις…Ὦ Δε-σπότα τῶν ἁπάντων…Δόξα…τὸ ἰδιόμελον τῶν ἀποστόλων· Ἑορτὴ χαρ-μόσυνος…Καὶ νῦν…τὸ ἰδιόμελον τῶν ἁγίων· Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες…Τό· Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυ-τίκιον, τὸ ἀναστάσιμον· Ἐξ ὕψους κατῆλθες…τῶν Ἀποστόλων· Ἀπό-στολοι ἅγιοι…Δόξα…τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου… Καὶ νῦν· Θεοτόκε Παρθένε...Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολὰς.

Μὴ οὔσης ἀγρυπνίας, ἐν τῷ μεγάλῳ ἐσπερινῷ λέγομεν ἀπολυτίκια ὡς ἐν τῷ μικρῷ διετάχθησαν. Τῇ δὲ Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου· Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι…Τά· Ἄξιόν ἐστιν…Τρισάγιον…Ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωο-δότου…αἱ δεήσεις καὶ ἡ ἀπόλυσις.

Ἐν τῷ ὄρθρῳ 

Εἰς τὸ· Θεὸς Κύριος...τὰ Ἀπολυτίκια· Ἐξ ὕψους κατῆλθες…τῶν Ἀπο-στόλων· Ἀπόστολοι ἅγιοι…Δόξα…τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον· Τὸ ἀπ’ αἰῶνος ἀπό-κρυφον…Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλ-ληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Ἀνέστης ἐκ νεκρὼν…Δόξα Ἄνθρωποι τὸ μνῆμά σου…Καὶ νῦν…τὸ θεοτοκίον Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀνα-στάσιμα καθίσματα· Λευχειμονὼν ὁ Γαβριὴλ φαιδρὼς ἐπέστη…Δόξα Ἀ-ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς…Καὶ νῦν…τὸ θεοτοκίον Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Αἱ μυρο-φόροι τοῦ Ζωοδότου…Εὐθὺς οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ ἑωθινοῦ α΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνά-στασιν Χριστοῦ…Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στίχον τὸ· Ἀναστὰς ὁ  Ἰησοῦς… 

Εἶτα οἱ κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς δ΄ τροπάρια, ὁ τῆς θεοτόκου, ἄνευ εἱρμῶν, εἰς β΄ τροπάρια, τῶν ἁγίων, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια καὶ τῶν ιβ΄ ἀποστόλων, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στιχολογίας ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν…Καταβασίαι· Ἀνοίξω τὸ στόμα μου…Ἀπὸ γ΄ ᾠδῆς, τὸ ἀναστάσιμον κοντάκιον· Ἑξαναστὰς τοῦ μνήματος…καὶ ὁ οἶκος· Τά τοῦ Ἅδου σκυλεύσας βασίλεια…τὸ κοντάκιον τῶν ἀποστόλων· Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας…Εἴτα, κάθισμα τῶν ἁγίων· Προπατόρων, Πατέρων, Πατριαρχών…Δόξα…τῶν ἀποστόλων· Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ…Καὶ νῦν…το θεοτοκίον· Οὐ σιω-πήσωμέν ποτέ Θεοτόκε…Ἀφ’ ἕκτης, κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς φύσεως…καὶ ὁ οἶκος αὐτῶν· Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες…Συ-ναξάριον τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου. Ἡ τιμιωτέρα στι-χολογείται.

Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ α΄ ἀναστάσιμον· Τοῖς μαθηταῖς συ-νέλθωμεν…τῶν ἁγίων· Τὸν Βαπτιστὴν καὶ Πρόδρομον…τῶν ἀποστόλων· Τῶν Μαθητῶν τὴν παντιμον δωδεκάδα…καὶ τὸ θεοτοκίον· Ὑμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε…Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους ι΄ καὶ ψάλ-λομεν ἀναστάσιμα στιχηρὰ δ΄· Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης…Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου…Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ…Ὁ ἄγ-γελός σου, Κύριε…τῶν ἁγίων προσόμοια γ΄· Τοὺς Ἁγίους ὁ Κύριος…Σὺν προφήταις Ἀπόστολοι…Οἱ τὴν γῆν οὐρανώσαντες…καὶ τῶν ἀπὸστόλων προσόμοια γ΄· Ἡ κορυφαὶα κρηπὶς τῶν Ἀποστόλων…Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος…Ὡς φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων… Δόξα…τὸ α΄ ἑωθινὸν· Εἰς τὸ ὅρος τοῖς Μαθηταῖς ἐπειγομένοις…Καὶ νῦν, τὸ Θεοτοκίον· Ὑπερευλογημένη ὑπάρχειςΔοξολογία μεγάλη, καὶ μόνον τὸν ἀναστάσιμον τροπάριον· Ἀναστὰς ἐκ τοῦ μνήματος…Ἐκτενής, ἀπόλυσις,  καὶ ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Ἐν μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…τὸ ἀναστάσιμον ἀπολυτίκιον· Ἐξ ὕψους κατῆλθες…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄ ὥρα, Δόξα…τό ἀπολυτίκιον τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωοδότου…

Εἰς τὴν Λειτουργίαν 


Τὰ τυπικά. Οἱ μακαρισμοὶ τοῦ πλ. δ΄ ἤχου εἰς δ΄ τροπάρια, καὶ ἐκ μεν τοῦ κανόνος τῶν ἁγίων ἡ γ΄ ᾠδὴ εἰς δ΄ τροπάρια ἄνευ εἱρμῶν, ἐκ δὲ τοῦ κανόνος τῶν ιβ΄ ἀποστόλων, ἡ Ϟ΄ ᾠδὴ εἰς δ΄ τροπάρια ἄνευ εἱρμῶν. Εἰσοδικὸν τὸ· Δεῦτε προσκυνήσωμεν…ὁ ἀναστὰς ἐκ νεκρών…Ἀπολυ-τίκια μετὰ τὴν εἴσοδον· Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαχνος…τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…τῶν Ἀποστόλων· Ἀπόστολοι ἅγιοι τοῦ ἁγίου τῆς μονῆς ἢ τοῦ ἁγίου τοῦ ναοῦ…ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωοδότου…Δόξα…τὸ κοντάκιον τῶν ἀποστόλων· Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας…Καὶ νῦν…τὸ κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς φύσεως…Τρισάγιον. Προκείμενον καὶ Ἀλληλουϊάριον τῶν ἁγίων Πάντων. Ἀπόστολος τῶν ἁγίων Πάντων καὶ τῶν ιβ΄ ἀπο-στόλων, ήτοι· Ἀπόστολος· α΄. Τῶν ἁγίων Πάντων· Οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας…(Ἑβρ. ια΄ 33-40, ιβ΄ 1-2), ὁ ζήτει τῇ πρώτῃ Κυριακῇ ἀπὸ τὴν Πεντηκοστὴν καὶ β΄. Τῶν ιβ΄ Ἀποστόλων· Ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους…(Κορ. δ΄ 9-16), ὁ ζήτει τῇ ι΄ Κυριακῇ τῶν ἐπιστολῶν τοῦ Ἀποστόλου Παύλου. Εὐαγγέλιον· α΄. Τῶν ἁγίων Πάντων· Πὰς ὅς τις ὁμολογήσει ἐν ἑμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων… (Ματθ.  ι΄ 32-48, 37-38, ιθ΄ 27-30), ὁ ζήτει τῇ πρώτῃ Κυριακῇ ἀπὸ τὴν Πεντηκοστὴν καὶ β΄. Τῶν ιβ΄ Ἀποστόλων· Ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους…(Ματθ. θ΄ 36, ι΄ 1-8), ὁ ζήτει τῇ λ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, τὸ· Ἄξιόν ἐστιν…Κοινω-νικὸν· Αἰνεῖτε τὸν Κύριον…και· Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ. Τὸ· Εἴ-δομεν τὸ φῶς Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄, Δόξα καὶ νῦν οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις.   

Παρασκευή 28 Ιουνίου 2013

ΕΙΣ ΤΗΝ ΜΝΗΜΗΝ ΤΩΝ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ



Σάββατο 29 Ἰουνίου. Ἡ μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων Πέτρου καὶ Παύλου.
Ἡ ἀπόδοσις τῆς ἑορτῆς τῆς Πεντηκοστῆς.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ἔδωκας καυχήματα… Ἔδωκας στηρίγματα...Ἔδωκας ὑπόδειγμα…δευτεροῦντες τὸ α΄. Δόξα… τὸ ἰδιόμελον τῶν ἀποστόλων Πέτρε κορυφαῖε…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Τὸ Φῶς ἱλαρόν…Τὸ προ-κείμενον τῆς ἡμέρας Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, ψάλλομεν τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ἀ-πόστολοι Χριστοῦ Μαθηταί…Τοῦ βίου ἐν τῷ κλύδωνι…Οἱ θεῖοι καὶσεπτοὶ Μαθηταί…Δόξα…Καὶ νῦν…τὸ ιδιόμελον της εορτής Γλῶσσαί ποτέ συνεχύθησαν…Τό Νῦν Ἀπολύεις…Τρισάγιον καὶ τὸ ἀπολυτίκιον τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι…Δόξα…Καὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστέ…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγο-μεν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσ-σας συνέχεε

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι τὸ Μακάριος ἀνήρ…ὅλον. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ δ΄ ἰδιόμελα τῆς ἑορτῆς Πεντηκοστὴν ἑορτά-ζομεν…Γλώσσαις ἀλλογενῶν…Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον… Εἴδομεν τὸ φῶς τὸ ἀληθινὸν…Εἶτα τὰ γ΄ προσόμοια τῶν ἀποστόλων Ποίοις εὐφημιῶν στέμμασιν…Ποίοις ὑμνῳδιῶν κάλλεσιν…Ποίοις πνευ-ματικοῖς ἄσμασιν…δευτεροῦντες τὸ α΄. Δόξα…τὸ ἰδιόμελον τῶν ἀπο-στόλων Τῷ τριττῷ τῆς ἐρωτήσεως…Καὶ νῦν…τὸ ιδιόμελον της εορτής Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα…Εἴσοδος. Τὸ Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῶν ἀποστόλων α΄. Ἀδελφοί, Εὐλο-γητὸς ὁ Θεός…(Καθολικής Α΄ Επιστολής Πέτρου τὸ Ἀνάγνωσμα. Κεφ΄. α΄ 3), β΄. Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας…(Καθολικής Α΄ Επι-στολής Πέτρου τὸ Ἀνάγνωσμα. Κεφ΄. α΄ 13), γ΄. Ἀγαπητοί, παρακαλῶ ὑμᾶς…(Καθολικής Α΄ Επιστολης Πέτρου το ἀνάγνωσμα. Κεφ΄. β΄ 11). Εἰς τὴν λιτήν, τὰ ε΄ ἰδιόμελα τῶν ἀποστόλων Δεῦρο δή μοι σήμερον… Τοὺς Μαθητὰς τοῦ Χριστοῦ…Πέτρε κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων… Παῦλε, στόμα Κυρίου…Οἱ τῆς ἄνῳ Ἱερουσαλὴμ πολῖται…Δόξα…τὸ ἰδιό-μελον τῶν ἀποστόλων Ἡ σοφία τοῦ Θεοῦ…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Ἐν ταῖς αὐλαῖς σου Κύριε…Εἰς τὸν στίχον, τὰ  γ΄ ἰδιόμελα τῆς ἑορτῆς Ἀγνοοῦντα τὰ ἔθνη Κύριε…Κύριε, τοῦ Ἁγίου Πνεύματος…Βα-σιλεῦ οὐράνιε…Δόξα…τὸ ἰδιόμελον τῶν ἀποστόλων Ἑορτὴ χαρμόσυνος Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς Γλῶσσαί ποτε συνεχύθησαν…Τό Νῦνἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτικὸν τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςΔόξα…τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοιΚαὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςἩ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολάς.

Μὴ τελουμένης ἀγρυπνίας, ἐν τῷ ἐσπερινῷ ψάλλομεν ἅπαντα τοῦ μεγάλου ἐσπερινοῦ, καταλιμπανομένου τοῦ μικροῦ. Ἐν τῷ μεσονυ-κτικῷ,ἀναγινώσκομεν τὸ καθ’ ἡμέραν. Εἰς τὸ α΄ τρισάγιον, τὸ ἀπολυ-τίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι...Εἰς δὲ τὸ β΄ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε Εἶτα τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.


Ἐν τῷ ὄρθρῳ

Εἰς τὸ Θεὸς Κύριοςτὸ ἀπολυτίκιον τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς…Δόξα…τῶν ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι…Καὶ νῦν…τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςΕὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν… Καὶ ἀναγινώσκει τὸ Ιστ΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται τὸ κάθισμα τοῦ Ἀπο-στόλου Πέτρου· Τὸν βυθὸν τῆς ἁλιείας καταλιπὼν…ΔόξαΚαὶ νῦν… τῆς ἑορτῆς Τὴν μεθέορτον πιστοὶ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Ιζ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λεται τὸ κάθισμα τοῦ Ἀποστόλου Παύλου· Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ…ΔόξαΚαὶ νῦν…τῆς ἑορτῆς Ἥ του Πνεύματος πηγὴ…Εὐθὺς ὁ Πολυέλεος. Μετὰ τὸν πολύέλεον, τὸ κάθισμα τῶν ἀποστόλων Κο-ρυφαίους ὀφθέντας τῶν μαθητῶν ΔόξαΚαὶ νῦν…τῆς ἑορτῆς Μετὰ τὴν ἔγερσιν Χριστὲ…Εἴτα τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου Ἐκ νεότητός μου…Τὸ Προκείμενον Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν…Στίχος Οἱ οὐρανοὶ διη-γοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ στερέωμα…Τὸ Πᾶσα πνοή…Καὶ εὐθὺς ἀναγινώσκεται τὸ ια΄ ἑωθινόν Εὐαγγελίον τοῦ ὄρθρου…Εὐθύς ὁ ν΄ ψαλμὸς χῦμα. Δόξα Ταῖς τῶν Αποστόλων…Καὶ νῦν Ταῖς τῆς Θεοτόκου…Εἰς τὸν στίχον, τὸ ἰδιόμελον τῶν απόστόλων Πέτρε κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων…ὁ ζήτει εἰς τὴν λιτήν.

Εἶτα οἱ κανόνες ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, ὁ β΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, τοῦ Ἀποστόλου Πέτρου, άνευ εἱρμῶν, εἰς δ΄ τροπάρια καὶ του Ἀποστόλου Παύλου, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους ἐξ ἑκάστης ᾠδῆς τῆς στιχολογίας. Μεθ’ ἑκάστην δὲ ᾠδήν, καταβασίαι διπλαῖ, οἱ εἱρμοὶ ἀμ-φοτέρων τῶν κανόνων τῆς ἑορτῆς, ἤτοι· Πόντῳ ἐκάλυψε…καὶ  Θείῳ κα-λυφθείς…Ἀπὸ γ΄ ᾠδῆς, τὸ κοντάκιον τῆς ἑορτῆς Ὅτε καταβὰςκαὶ ὁ οἶκος αὐτῆς Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν…Εὐθὺς τὸ κά-θισμα τῆς ἑορτῆς Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρὰς ἐπλήσθησαν…Δόξα… Καὶ νῦν τὸ αὐτὸ…Ἀφ’ ἕκτης, τὸ κοντάκιον τῶν Ἀποστόλων Τοὺς ἀσ-φαλεῖς καὶ θεοφθόγγους κήρυκας…καὶ ὁ οἶκος αὐτῶν Τράνωσόν μου τὴν γλῶτταν ΣωτὴρἩ τιμιωτέρα οὐ στιχολογείται.  

Ἑξαποστειλάριον τῶν Ἀποστόλων Τῶν Ἀποστόλων ἅπαντες…καὶ τῆς ἑορτῆς Τὸ Πανάγιον Πνεῦμα…Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους Ϟ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τῶν Ἀποστόλων Ὁ ἐξ ὑψίστους κληθείς… Ὅ του Ἀνάρχου Πατρὸς Υἱὸς καὶ Λόγος…Σῦ ἐπαξίως πέτρα προσηγο-ρεύθης…Εἶτα τὰ γ΄ ἰδιόμελα τῆς ἑορτῆς Παράδοξα σήμερον…Τὸ Πνεῦμα τὸ Ἅγιον, ἦν μὲν ἀεὶ καί…Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς καὶ ζωὴ…Δόξα…τὸ ἰδιόμελον τῶν Ἀποστόλων Ἡ πάνσεπτος τῶν Ἀποστόλων… Καὶ νῦν…τῆς ἑορτῆς Βασιλεῦ οὐράνιε…Δοξολογία μεγάλη. Ἀπολυτίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Δόξα…Καὶ νῦν… τῆς ἑορτῆς Εὐλογητὸς εἶ Χριστὲ ὁ ΘεὸςἘκτενής, ἀπολυσις, δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς, ψαλλομένων τῶν ἰδιομέλων τῶν Ἀπο-στόλων Χριστὸς ἡ πέτρα…Χριστὸς σὲ πρῶτον…Τοὺς τῆς εὐσεβείας ἀ-ληθεῖς κήρυκας…Δόξα, τὸ ἰδιόμελον Ὑβριστὴς καὶ διώκτης τῆς Ἐκκλησίαςγέγονας…Καὶ νῦν…τῆς ἑορτῆς Ἀγνοοῦντα τὰ ἔθνη Κύριε…Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Ἐν μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ
Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄ ὥρα, Δόξα…τό ἀπολυτίκιον τῶν Ἀποστόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, τὸ κοντάκιον μόνον τῆς ἑορτῆς·Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε

Εἰς τὴν Λειτουργίαν          


Τὰ τυπικά. Ἐν δὲ τοῖς μακαρισμοῖς, ἐκ μὲν τοῦ α΄ καὶ τοῦ β΄ κανόνος τῆς ἑορτῆς, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, ἀμφότεραι εἰς Ϟ΄ τροπάρια, καί ἐκ δὲ τοῦ κανόνος τῶν Ἀποστόλων, ἡ Ϟ΄ ωδή, εἰς Ϟ΄ τροπάρια. Εἰσοδικὸν τὸ·Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ ἀπολυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…τῶν Ἀπο-στόλων Οἱ τῶν Ἀποστόλων πρωτοθρόνοι…Δόξα…τὸ κοντάκιον τῶν Ἀποστόλων Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκαςΚαὶ νῦν…τὸ κον-τάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…Τρισάγιον. Προκείμενον καὶ ἀλληλουϊάριον τῶν Ἀποστόλων. Ἀπόστολος καὶ εὐαγγέλιον τῶν Ἀποστόλων. Ἀπόστολος·  Ἐν ᾧ δ’ ἄν τις τολμᾷ…(Κορ. ια΄ 21-33, ιβ΄ 1-9), ὁ ζήτει τῇ κθ΄ Ἰουνίου και Εὐαγγέλιον· Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας…(Κεφ. ιϞ΄. 13-19) ὁ ζήτει τῇ κθ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ α΄ κανόνος τῆς ἑορτῆς· Μὴ τῆς φθορᾶς…Κοινωνικὸν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ…καί· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν…Ἀντὶ τοῦ· Εἴδομεν τὸ φῶς…τὸ· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶνΜετὰ τὴν ὀπισ-θάμβωνον εὐχήν, τὸ· Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄. Δόξα…Καὶ νῦν…οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἑορτῆς. 

Παρασκευή 21 Ιουνίου 2013

ΤΗ ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ – ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ

Δευτέρα 24 Ἰουνίου.
Δευτέρα μετὰ τὴν Πεντηκοστὴν, ἤτοι· Τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος. Τό Γενέσιον τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ Πανάγιον καὶ ζωο-ποιὸν καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν εὐλογητόν του ἱερέως, τὸ· Δεῦτε προσκυνήσωμεν…καὶ ὁ προοιμιακὸς ψαλμός. Εἰς τὸ· Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τοῦ Προδρόμου· Ἐκ στειρεούσης γεγέννηται νηδύος…Ὁ σιτευτός νῦν τῆς ἐγκρατείας μόσχος…Ὁ κατά θείαν τεχθεῖς ἐπαγγελίαν…δευτεροῦντες τὸ α΄. Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Πρέπει τῷ Ἰωάννη ἡ εὐωδία…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Δεῦτε λαοί τήν τρισυπόστατον Θεότητα προσκυνήσωμεν…Τὸ· Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἑορτῆς· Τίς Θεός μέγας…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον τὰ στιχηρά τοῦ Προδρόμου· Τράνωσόν σου λαμπρῶς… Ὤφθης ἐκ μητρικῶν…Λύεις τήν τοῦ πατρός…μετὰ τῶν στίχων αὐτῶν. Δόξα… Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Γλῶσσαι ποτέ συνεχύθησαν…Τὸ· Νῦν ἀπολύεις…Τρισάγιον…καὶ τὸ Ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Δόξα…Καί νῦν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἀπόλυσις.

Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγο-μεν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσ-σας συνέχεε
Ἐν τῷ μεγάλῳ ἐσπερινῷ  

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ὅλον. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῶν αἴνων τῆς ἑορτῆς γ΄· Παράδοξα σήμερον…Τὸ Πνεῦμα τὸ Ἅγιον, ἦν με ἀεί, καί ἔστι…Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς, καὶ ζωή…δευτεροῦντες τὸ α΄. Εἴτα τά δ΄ ἰδιόμελα τοῦ Προδρόμου· Λύει τοῦ Ζαχαρίου τήν σιωπήν…Σήμερον ἡ φωνή τοῦ Λόγου…Θεοῦ Λόγου μέλ-λοντος…Ἐπέφανε σήμερον ὁ μέγας Πρόδρομος…Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Σήμερον τοῦ φωτός ὁ λύχνος…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Βασιλεῦ οὐράνιε…Εἴσοδος, τὸ· Φῶς ἱλαρόν…καὶ τὸ προκείμενον τῆς ἑορτῆς· Τίς Θεός μέγας…μετὰ τῶν στίχων αὐτῶν. Καὶ εὐθὺς ὁ διάκονος ἢ ὁ ἱερεὺς λέγει· Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ ἡμῶν κλινόντων τὰ γόνατα ἐπὶ τῆς γῆς, κλίνας ὁ ἱερεὺς τὰ γόνατα αὐτοῦ ἔσωθεν τῶν ἁγίων θυρῶν ἀπὸ τοῦ βήματος ἀναγι-νώσκει μεγαλοφώνως τὴν εὐχὴν· Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε… μεθ’ ἣν ἐπισυνάπτει καὶ τὴν εὐχὴν· Εὐλογητὸς εἶ Κύριε Δεσπότα παντο-κράτορ…Εἶτα ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνά-στησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι, καὶ πάντων ἀνιστα-μένων, ἑξακολουθεῖ ὁ διάκονος· Τῆς Παναγίας ἀχράντου…ὁ ἱερεὺς ἐκ-φώνως· Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς. Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς…κτλ., καὶ εὐθὺς ὁ ἱερεὺς τὴν ἐκφώ-νησιν· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…Εἶτα ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἔτι, καὶ ἔτι κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ πάντων κλι-νόντων τὰ γόνατα, ἐπεύχεται ὁ ἱερεὺς τὰς εὐχὰς· Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν…καὶ Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς…Μεθ’ ἂς ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Παναγίας ἀχράντου….ὁ ἱερεὺς ἐκφώνως· Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ. Εἶτα τὸ· Καταξίωσον Κύριε…Μετὰ δὲ τοῦτο λέγει ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ πάντων κλινόντων τὰ γόνατα, ἀναγινώσκει ὁ ἱερεὺς μεγαλοφώνως τὴν εὐχὴν· Ἡ ἀενάως βρύσουσα ζωτικὴ καὶ φω-τιστικὴ πηγή…μεθ’ ἣν ἐπισυνάπτει καὶ τὴν εὐχὴν· Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος…καὶ τελευταῖον τὴν εὐχὴν· Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος…Εἶτα ἀνισταμένων πάντων, λέγει ὁ διάκονος ἢ ὁ ἱερεὺς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Πα-ναγίας ἀχράντου…ὁ δὲ ἱερεὺς ἐκφώνως· Σῦ γὰρ εἰ ἡ ἀνάστασις τῶν ψυ-χῶν καὶ τῶν σωμάτων ἡμῶν…Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Πληρώσωμεν τὴν ἐσπερινὴν δέησιν...κτλ., ὁ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φι-λάνθρωπος… Εἰρήνη πᾶσι….ὁ χορὸς· Καὶ τῷ Πνεύματί σου. Ὁ διάκονος ἢ ὁ ἱερεὺς· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν…ὁ χορός· Σοὶ Κύριε… Καὶ ὁ ἱερεὺς εὔχεται μυστικῶς τὴν εὐχὴν τῆς κεφαλοκλισίας· Κύριε ὁ Θεὸς ἡμῶν ὁ κλίνας τοὺς οὐρανούς…καὶ εἶτα ἐκφωνεῖ· Εἴη τὸ κράτος τῆς βασιλείας σου…Καὶ μετ’ αὐτήν, ἀπερχόμεθα εἰς τήν λιτήν ψάλλοντες τά ἰδιόμελα τοῦ Προδρόμου· Σταλάξατε τά ὅρη γλυκασμόν…Ἡ θεοσήμαντος φωνή…Κῆρυξ γέγονας τοῦ ἀμνοῦ τοῦ Θεοῦ…Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Τόν ἐν Προφήταις ὄρον…Καί νῦν…τό ἰδιόμελον τῆς ἑορτῆς· Ὄτε τό Πνεῦμα σου, καταπέμψας…Εἰς τόν στίχον ψάλλομεν τὰ γ΄ ἰδιό-μελα τῆς ἑορτῆς· Νῦν εἰς σημεῖον τοῖς πᾶσι…Νῦν τὸ Παράκλητον Πνεῦμα… Νῦν περιβάλλονται κράτος…μετὰ τῶν στίχων αὐτῶν. Δόξα…τό ἰδιό-μελον τοῦ Προδρόμου· Ἠσαϊου νῦν τοῦ Προφήτου…Καὶ νῦν…τὸ ἰδιό-μελον τῆς ἑορτῆς· Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνή-σωμεν…Τό· Νῦν ἀπολύεις…Τό τρισάγιον…καὶ τὸ ἀπολυτίκιον  τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἡ εὐλόγησις τῶν ἄρτων, καὶ ἠ ἀνάγνωσις. Εἶτα τὰ λοιπὰ τῆς ἀγρυπνίας.

Μὴ τελουμένης ἀγρυπνίας, τό πρωῒ, τό καθ’ ἡμέραν μεσονυκτικόν.  Εἰς δέ τό α΄ τρισάγιον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Εἰς δέ τό β΄ τρισάγιον, το ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα και Πρόδρομε…Είτα τα λοιπά τοῦ μεσονυκτικοῦ και ἀπόλυσις.


Ἐν τῷ ὄρθρῳ

Εἰς τό· Θεὸς Κύριος…τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν… Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Δ΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλ-λεται τὸ κάθισμα τοῦ Προδρόμου· Νῦν ἐβλάστησεν ἡμίν…Δόξα…τό αὐτό Καί νῦν…τῆς ἑορτῆς· Τὴν μεθέορτον πιστοὶ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Ε΄ κάθισμα τοῦ Ψαλ-τηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται τό κάθισμα τοῦ Προδρόμου· Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή…Δόξα…τό αὐτό…Καί νῦν…τῆς ἑορτῆς· Ἥ του Πνεύματος πηγὴ… Εὐθὺς ὁ πολυέλεος, μεθ’ ὃν κάθισμα τοῦ Προδρόμου· Ἀγαλλιάσθω ὁ πατήρ…Δόξα…τό αὐτό…Καί νῦν…τῆς ἑορτῆς· Μετά τήν ἔγερσιν Χριστέ Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου. Προκείμενον· Καί σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γάρ πρό προσώπου Κυρίου, ἐτοιμάσαι ὁδούς αὐτοῦ…μετὰ τοῦ στίχου αὐτοῦ. Τὸ· Πᾶσα πνοή… Εἶτα τὸ Εὐαγγέλιον τοῦ Προδρόμου· Τῷ καιρῷ ἐκείνω, συνέλαβεν Ἐλι-σάβετ…(Λουκ. Κεφ. α΄. 24-25, 57-68, 76,80). Ὁ ν΄ ψαλμὸς χῦμα. Δόξα· Ταῖς τοῦ σοῦ Προδρόμου…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου….Εἳς τὸν στίχον, τὸ ἰδιόμελον τοῦ Προδρόμου· Ὁ ἐκ κοιλίας μητρός ἁγιασθεῖς… 

Εἶτα οἱ κανόνες ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια, ὁ ἰαμβικὸς μετὰ τῶν εἱρμῶν, εἰς γ΄ τροπάρια και του Προδρόμου οι δύο, άνευ ειρμών, εις η΄ τροπάρια. Οὐ λέγομεν δὲ ἐν αὐτοῖς στίχους τῶν ᾠδῶν. Οἱ μὲν εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια τῆς ἑορτῆς, μετὰ τοῦ στίχου· Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, τά δέ τροπάρια τοῦ Προδρόμου μετά τοῦ στίχου· Βαπτιστᾶ τοῦ Χριστοῦ πρέσβευε ὑπέρ ἡμῶν. Κατά-βασίαι, οἱ εἱρμοὶ τοῦ ἰαμβικοὺ κανόνος· Θείῳ καλυφθείς…Ἀπὸ γ΄ ᾠδῆς, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…καὶ ὁ οἶκος αὐτῆς· Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου…Εἴτα κάθισμα τοῦ Προδρόμου· Ὥσπερ ἥλιος φαιδρός…Δόξα…τό αὐτό…Καὶ νῦν…τῆς ἑορτῆς· Τό Πανάγιον Πνεῦμα νῦν κατελθῶν…Ἀφ’ ἕκτης, Συνα-ξάριον τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου. Ἡ τιμιωτέρα οὐ στιχο-λογείται, ἀλλὰ ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς καί τοῦ Προδρόμου, μετὰ τῶν ρηθέντων στίχου. Καταβασία· Χαίροις ἄνασσα

Ἑξαποστειλάρια· Τοῦ Προδρόμου· Τό τοῦ Προδρόμου σήμερον…τῆς ἑορτῆς· Τὸ Πανάγιον Πνεῦμα…καὶ τὸ ἕτερον· Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους Ϟ΄ καὶ ψάλλομεν τὰ γ΄ ἰδιόμελα τῆς ἑορτῆς· Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σέ… Ἐν ταῖς αὐλαῖς σου Κύριε…Καί τοῦ Προδρόμου προσόμοια γ΄· Ὤ τοῦ πα-ραδόξου θάυματος! ἐκ γηραλέας μητρός…Ὤ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν…Ὤ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ... Δόξα…τό ἰδιόμελον τοῦ Προδρόμου· Ἀστήρ ἀστέρων Πρόδρομος…Καὶ νῦν…τὸ ἰδιόμελον τῆς ἑορτῆς· Γλῶσσαί ποτέ συνεχύθησαν…Δοξολογία μεγάλη, ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν… Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Και νύν…τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Ἐκτενής, ἀπόλυσις καὶ ἡ α΄ ὥρα  ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Ἐν μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄ ὥρα, Δόξα…τό ἀπολυτίκιον τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε… Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, τὸ κοντάκιον μόνον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε
  
Εἰς τὴν Λειτουργίαν     

Τὰ τυπικά. Ἐν δὲ τοῖς μακαρισμοῖς, ἐκ μὲν τοῦ πρώτου κανόνος τῆς ἑορτῆς, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, εἰς δ΄ τροπάρια, ἐκ δὲ τοῦ ἰαμβικοῦ κα-νόνος, ἡ γ΄ ᾠδὴ σὺν τῷ εἱρμῷ, εἰς δ΄ τροπάρια καί ἐκ τοῦ α΄ κανόνος τοῦ Προδρόμου, ἡ Ϟ΄ ωδή, ἄνευ εἱρμοῦ, εις δ΄ τροπάρια. Εἰσοδικὸν τὸ· Ὑψώ-θητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ ἀπο-λυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…τοῦ Προδρόμου· Προφήτα καί Πρόδρομε…Δόξα…τό κοντάκιον τοῦ Προδρόμου· Ἡ πρίν στείρα σήμερον…Καὶ νῦν…τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…Τρισάγιον. Προκείμενον καὶ ἀλληλουϊάριον τῆς Δευ-τέρας τοῦ ἁγίου Πνεύματος. Ἀπόστολος καὶ εὐαγγέλιον τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος καί τοῦ Προδρόμου, ἤτοι: Ἀπόστολος· α΄. τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος· Ὡς τέκνα φωτὸς περιπατεῖτε…(Ἐφεσ. ε΄ 8-19), ὁ ζήτει τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος και β΄. τοῦ Προδρόμου· Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία… (Ρωμ. Κεφ. ιγ΄. 11-14, ιδ΄. 1-4), ὁ ζήτει τῇ Κυριακῇ τῆς Τυροφάγου. Εὐαγγέλιον· α΄. τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος· Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων… (Ματθ. ιη΄ 10-20), ὁ ζήτει τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος και β΄. τοῦ Προ-δρόμου· Ἐπειδή περί πολλοί ἐπεχείρησαν…(Κεφ. α΄. 1-25, 57-68, 80) ὁ ζή-τει τῇ κδ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ ἰαμβικοῦ κανόνος· Χαίροις ἄνασσα…Κοινωνικὸν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδη-γήσει με ἐν γῇ εὐθείᾳ…καί· Εἰς μνημόσυνον αἰώνιον…Τὸ· Εἴδομεν τὸ φῶς… Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, τὸ· Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄. Δόξα καὶ νῦν οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἑορτῆς.


Εἴδησις: Καθ’ ὅλην ταύτην τὴν ἑβδομάδα τῆς ἁγίας Πεντηκοστῆς γίνεται κατάλυσις εἰς πάντα.  

ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Κυριακὴ 23 Ἰουνίου.
Κυριακὴ Η΄ ἀπὸ τοῦ Πάσχα. Κυριακὴ τῆς Ἁγίας Πεντηκοστῆς.
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκο-στὴν ἑορτάζομεν.


Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἀποδείπνου τῆς παρούσης ἑσπέρας, ἀρχόμεθα αὖθις λέγειν μετὰ τὸν εὐλογητόν, τὸ· Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, Βασιλεῦ οὐράνιε…εἶτα τὸ τρισάγιον καὶ τὰ ἑξῆς. Οὕτω δὲ γί-νεται ἡ ἔναρξις τοῦ ἀποδείπνου, τοῦ μεσονυκτικοῦ, τῆς τριθέκτης καὶ τῆς θ΄ ὥρας, ὡς σύνηθες.


Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ μικρῷ ἐσπερινῷ

Μετὰ τὸν εὐλογητόν του ἱερέως, τὸ· Δεῦτε προσκυνήσωμεν…καὶ ὁ προοιμιακὸς ψαλμός. Εἰς τὸ· Κύριε ἐκέκραξα…ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ ἰδιόμελα τῆς ἑορτῆς· Πεντηκοστὴν ἑορτάζομεν… Γλώσσαις ἀλλογενῶν…Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον…δευτε-ροῦντες τὸ α΄. Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Ὅτε τὸ Πνεῦμά σου, καταπέμψας…Τὸ· Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας· Ὁ Κύ-ριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον τὰ ἀπόστιχα ἰδιόμελα τῆς ἑορτῆς· Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν…Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σὲ…μετὰ τῶν στίχων αὐτῶν, ὡς κεῖνται ἐν τῷ μεγάλῳ ἐσπερινῷ. Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Τριάδα ὁμοούσιον ὑμνολογήσωμεν…Τὸ· Νῦν ἀπολύεις…Τρισά-γιον…καὶ τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…ἅπαξ. Ἀπόλυσις.







Ἐν τῷ ἀποδείπνῳ

Ἐν τῷ μικρῷ ἀποδείπνῳ, κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγο-μεν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσ-σας συνέχεε

Ἐν τῷ μεγάλῳ ἐσπερινῷ

Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτη-ρίου, ὅλον. Εἰς δὲ τὸ· Κύριε ἐκέκραξα…ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς γ΄ πρὸς ἦχον α΄· Πεντηκοστὴν ἐορτὰ-ζομεν…Γλώσσαις ἀλλογενῶν…Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον… δευτεροῦντες τὸ α΄, εἶτα τὰ ἕτερα στιχηρὰ ἰδιόμελά ε΄ πρὸς ἦχον β΄· Εἴ-δομεν τὸ φῶς τὸ ἀληθινὸν…Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Ἐν ταῖς αὐ-λαῖς σου ὑμνήσω σὲ τὸν Σωτηρὰ τοῦ κόσμου…Ἐν ταῖς αὐλαῖς σου Κύριε… Τριάδα ὁμοούσιον ὑμνολογήσωμεν…δευτεροῦντες τὸ α΄. Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσ-κυνήσωμεν…Εἴσοδος, τὸ· Φῶς ἱλαρόν…τὸ προκείμενον τῆς ἡμέρας· Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῆς ἡμέρας· α΄. Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσ-βυτέρων τοῦ λαοῦ… (Ἀριθμῶν τὸ Ἀνάγνωσμα. Κεφ΄. ια΄. 16), β΄. Τὰ τέκνα Σιών, χαίρεται καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν…(Προ-φητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα. Κεφ΄. β΄. 23), γ΄. Λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν γαιῶν…(Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. Κεφ΄. λστ΄. 24). Εἰς τὴν λιτήν, τά γ΄ ἰδιόμελα τῆς ἑορτῆς· Ἐν τοῖς Προφήταις ἀνήγγειλας…Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σέ…Ἐν ταῖς αὐλαῖς σου Κύριε… Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Ὅτε τὸ Πνεῦμά σου, καταπέμψας…Εἰς τὸν στίχον, ψάλλομεν τὰ γ΄ στιχηρὰ ἰδι-όμελα τῆς ἑορτῆς· Ἀγνοοῦντα τὰ ἔθνη Κύριε…Κύριε, τοῦ Ἁγίου Πνεύ-ματος ἡ ἐπιφοίτησις… Βασιλεῦ οὐράνιε, Παράκλητε…Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Γλώσαι ποτὲ συνεχύθησαν…Τό· Νῦν ἀπολύεις… Τρισάγιον…καὶ τὸ ἀπολυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…ἐκ γ΄. Ἡ εὐλόγησις τῶν ἄρτων, καὶ ἀνάγνωσις εἰς τὰς Πράξεις. Εἶτα τὰ λοιπὰ τῆς ἀγρυπνίας.

Μὴ τελουμένης ἀγρυπνίας, τῇ Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ ν΄ ψαλμὸς χῦμα, τὸ· Τρισάγιον…τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…αἱ δεήσεις καὶ ἡ συνήθης τοῦ μεσονυκτικοῦ ἀπόλυσις.

Ἐν τῷ ὄρθρῳ

Εἰς τὸ· Θεὸς Κύριος…τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…ἐκ γ΄. Εὐθὺς ἡ στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀνα-γνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κά-θισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλ-ληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται τὸ κάθισμα τῆς ἑορτῆς· Τὴν μεθέορτον πιστοὶ…Δόξα καὶ νῦν τὸ αὐτὸ…Εἶτα ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέ-λος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς· μικρὰ συ-ναπτὴ καί· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλεται το κάθισμα τῆς ἑορτῆς· Ἥ τοῦ Πνεύματος πηγὴ…Δόξα καὶ νῦν τὸ αὐ-τὸ…Εὐθὺς ὁ Πολυέλεος, μεθ’ ὃν κάθισμα τῆς ἑορτῆς· Μετὰ τὴν ἔγερσιν Χριστὲ…Δόξα καὶ νῦν· τὸ αὐτό…Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου. Προκείμενον· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐ-θείᾳ…μετὰ τοῦ στίχου αὐτοῦ. Τὸ· Πᾶσα πνοή…Εἶτα τὸ θ΄ ἑωθινὸν Εὐαγ-γέλιον πρὸ τῶν ἁγίων θυρῶν. Τὸ· Ἀνάστασιν Χριστοῦ…καὶ ὁ ν΄ ψαλμὸς χῦμα. Δόξα· Ταῖς τῶν Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου….Εἳς τὸν στίχον, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Βασιλεῦ οὐράνιε, Παράκλητε…

Εἶτα οἱ κανόνες τῆς ἑορτῆς· ὁ πρῶτος, τοῦ βαρέως ἤχου, μετὰ τῶν εἱρμῶν, εἰς η΄ τροπάρια καὶ ὁ ἰαμβικὸς, τοῦ δ΄ ἤχου, μετὰ τῶν εἱρμῶν, εἰς Ϟ΄ τροπάρια. Οὐ λέγομεν δὲ ἐν αὐτοῖς στίχους τῶν ᾠδῶν, ἀλλ’ οἱ μὲν εἱρμοὶ ἄνευ στίχου, τὰ δὲ τροπάρια μετὰ τοῦ· Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι, καὶ εἰς τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς τοῦ ἰαμβικοὺ κα-νόνος, τὸ· Δόξα…καὶ τὸ· Καὶ νῦν...Μεθ’ ἑκάστην δὲ ᾠδήν, καταβασίαι διπλαῖ, οἱ εἱρμοὶ ἀμφοτέρων τῶν κανόνων, ἤτοι· Πόντῳ ἐκάλυψε…καὶ  Θείῳ καλυφθείς…Ἀπὸ γ΄ ᾠδῆς, κάθισμα τῆς ἑορτῆς· Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρὰς ἐπλήσθησαν…Δόξα καὶ νῦν· τὸ αὐτό…Ἀφ’ ἕκτης κον-τάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…καὶ ὁ οἶκος αὐ-τῆς· Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου…Συνα-ξάριον τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου. Ἡ τιμιωτέρα οὐ στιχο-λογείται, ἀλλὰ ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ τοῦ ῥηθέντος στίχου. Καταβασίαι· Μὴ τῆς φθοράς…Χαίροις ἄνασσα...

Ἑξαποστειλάρια τῆς ἑορτῆς· Τὸ Πανάγιον Πνεῦμα…ἐκ β΄, καὶ τὸ ἕτερον· Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος…Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ γ΄ προσόμοια τῆς ἑορτῆς· Παράδοξα σήμερον…Τὸ Πνεῦμα τὸ Ἅγιον, ἦν με ἀεί, καί ἔστι…Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς, καὶ ζωὴ…δευτεροῦντες τὸ α΄. Δόξα καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς· Βα-σιλεῦ οὐράνιε…Δοξολογία μεγάλη, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐ-λογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…ἅπαξ. Ἐκτενής, ἀπόλυσις καὶ ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.

Ἐν ταῖς ὥραις

Λέγομεν δὲ ἐν ταῖς ὥραις, Δόξα, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς· Εὐ-λογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Καὶ νῦν, τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ τρισάγιον, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συ-νέχεε…

Εἰς τὴν Λειτουργίαν  

Τὰ ἀντίφωνα τῆς ἑορτῆς. Εἰς δὲ τὸ β΄ ἀντίφωνον λέγομεν τὸ· Σῶσον ἡμᾶς Παράκλητε ἀγαθὲ,, ψάλλοντάς σοι, Ἀλληλούϊα. Εἰσοδικὸν τὸ· Ὑψώ-θητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ ἀπο-λυτικὸν τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Δόξα καὶ νῦν, τὸ κοντάκιον τῆς ἑορτῆς· Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε…Ἀντὶ δὲ τοῦ τρισαγίου τὸ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε... Προκείμενον, ἀπόστολος, ἀλληλουϊάριον καὶ εὐαγγέλιον τῆς ἑορτῆς, ἤτοι: Ἀπόστολος· Ἐν τῷ συμ-πληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες οἱ ἀπόστολοι… (Πράξ. β΄ 1-11), ὁ ζήτει τῇ ὀγδόῃ Κυριακῇ ἀπὸ τοῦ Πάσχα. Εὐαγγέλιον, ὁμοίως· Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς…(Ιωαν. ζ΄ 37-52), ὁ ζήτει τῇ ὀγδόῃ Κυριακῇ ἀπὸ τοῦ Πάσχα. Εἰς τὸ Ἑξαιρέτως, ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ κανόνος· Μὴ τῆς φθορᾶς…Κοινωνικὸν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ…Ἀντὶ τοῦ· Εἴδομεν τὸ φῶς…τὸ ἀπο-λυτίκιον τῆς ἑορτῆς· Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν…Μετὰ τὴν ὀπισ-θάμβωνον εὐχήν, τὸ· Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄. Δόξα καὶ νῦν οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις. 


Σημείωσις: Ἡ ἀκολουθία τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης, θὰ ψαλλεῖ τῇ αὐτῇ ἡμέρα ἑσπέρας εἰς τὸ μικρὸν ἀπόδειπνον.