Κυριακὴ 30 Ἰουνίου. Κυριακὴ τῶν Ἁγίων Πάντων. Ἡ Σύναξις τῶν ἁγίων ἐνδόξων
καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν
ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ καὶ Εὐρώπῃ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων
Πάντων Ἑορτὴν ἑορτάζομεν.
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Ἐν τῷ μικρῷ ἐσπερινῷ
Μετὰ
τὸν προοιμιακὸν ψαλμόν, εἰς τὸ· Κύριε
ἐκέκραξα…ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν γ΄ ἀναστάσιμα στιχηρὰ τοῦ πλ.δ΄
ἤχου· Ἐσπε-ρινὸν ὕμνον, καὶ λογικὴν
λατρείαν…Κύριε, Κύριε, μὴ ἀποῤῥίψης ἡμᾶς… Χαῖρε Σιὼν ἁγία…καὶ ἒν
ἀνατολικὸν· Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος… Δόξα…τὸ
ἰδιόμελον τῶν ἁγίων· Μαρτύρων θεῖος χορός…Καὶ
νῦν, τὸ δογματικὸν
θεοτοκίον· Πως σὲ μακαρίσωμεν Θεοτόκε…Τὸ·
Φῶς ἱλαρόν…
Τὸ προκείμενον τῆς ἡμέρας μετὰ τῶν στίχων αὐτοῦ. Εἰς τὸν στίχον, τὸ ἀναστάσιμον
στιχηρὸν· Ἀνῆλθες ἐπὶ Σταυροῦ…εἶτα τὰ
γ΄ προσόμοια τῆς Θεοτόκου· Χαῖρε, Θεοτόκε
πάνσεμνε…Χαῖρε, Θεομῆτορ ἄχραντε… Χαῖρε, Θεοτόκε Δέσποινα…Δόξα…τὸ ἰδιόμελον
τῶν ἁγίων· Πίστεως συμφωνία…ἅτινα
εὑρίσκεται εἰς τὴν Λιτὴν τοῦ μεγάλου ἐσπερινοῦ. Καὶ νῦν…τὸ ὁμόηχον
ἐγκωμιαστικὸν θεοτοκίον· Νεφέλην σὲ φωτὸς
ἀϊδίου… Τό· Νῦν ἀπολύεις…καὶ τὸ τρισάγιον.
Ἀπολυτίκιον, τὸ ἀναστάσιμον· Ἐξ ὕψους κατῆλθες…τῶν
Ἀποστόλων· Ἀπόστολοι ἅγιοι…Δόξα…τῶν
ἁγίων·
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ
νῦν, τὸ ὁμόηχον θεοτοκίον· Τὸ ἀπ’ αἰῶνος
ἀπόκρυφον…Ἀπόλυσις.
Ἐν τῷ ἀποδείπνῳ
Ἐν
τῷ μικρῷ ἀποδείπνῳ, ὁ κανὼν τῆς Θεοτόκου κατ’ ἦχον καὶ ἡμέραν·
Θεία προνοίᾳ γεγονὼς εἰς ὑπαρξιν…(ἐκ
τοῦ Θεοτοκαρίου τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου). Εἰς τὸ τρισάγιον, τὸ
κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς
φύσεως…Ἐν τέλει δὲ οἱ κδ΄ οἴκοι τῆς Θεοτόκου.
Ἐν τῷ μεγάλῳ ἐσπερινῷ
Μετὰ
τὸν προοιμιακὸν καὶ τὸ α΄ κάθισμα τοῦ Ψαλτρίου, ἤτοι τὸ· Μα-κάριος ἀνήρ…εἰς τὸ· Κύριε
ἐκέκραξα…ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν γ΄ ἀναστάσιμα στιχηρὰ· Ἐσπερινὸν ὕμνον…Κύριε, Κύριε, μὴ ἀποῥῤίψης ἡμᾶς…Χαῖρε,
Σιὼν ἁγία…ἀνατολικὸν ἐν· Ὁ ἐκ Θεοῦ
Πατρὸς Λόγος… τῶν ἁγίων προσόμοια γ΄· Οἱ
πνευματοῥῤήτορες…Πυρὶ ἐκκαιόμενοι… Θηρσὶ προσπαλαίσαντες…καὶ τῶν ἀποστόλων
προσόμοια γ΄· Ὡς αὐτό-πται καὶ
μάρτυρες…Ὡς βολίδες ἀστράπτουσαι…Ἁλιέων ὁ κάλαμος… Δόξα…τὸ ἰδιόμελον τῶν
ἁγίων· Μαρτύρων θεῖος χορός…Καὶ νῦν…τὸ
α΄ δογματικὸν θεοτοκίον· Ὁ Βασιλεὺς τῶν
οὐρανῶν…Εἴσοδος. Τὸ· Φῶς ἱλαρόν…καὶ
τὸ προκείμενον· Ὁ Κύριος ἐβασίλευσεν…μετὰ
τῶν στίχων αὐτοῦ. Εἶτα τὰ γ΄ ἀναγνώσματα τῆς ἡμέρας· α’. Πάντα τὰ ἔθνη συ-νήχθησαν
ἅμα…(Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα. Κεφ΄ μγ΄. 9), β΄.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ…(Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. Κεφ΄ γ΄. 1), γ΄.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι…(Σοφίας
Σολομῶντος τὸ Ἀ-νάγνωσμα. Κεφ΄ ε΄. 16). Εἰς τὴν Λιτήν, ψάλλομεν τὸ στιχηρὸν τοῦ
ἁγίου τῆς μονῆς ἢ τοῦ ἁγίου τοῦ ναοῦ. Εἶτα τὰ γ΄ ἰδιόμελα τῶν ἁγίων· Πίστεως συμφωνία…Δεῦτε πάντες οἱ
πιστοί…Δεῦτε ἅπαντες…Δόξα… τὸ ἰδιόμελον τῶν ἁγίων· Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί…Καὶ νῦν…τὸ ὁμόηχον
θεοτοκίον· Ναὸς καὶ πύλη ὑπάρχεις…Εἰς
τὸν στίχον, τὸ ἀναστάσιμον στιχηρὸν·
Ἀνῆλθες ἐπὶ Σταυροῦ…καὶ τὰ κατ’ ἀλφά-βητον γ΄ στιχηρὰ· Χριστὸν δοξολογήσωμεν…Ψαλμοῖς καὶ ὕμνοις…Ὦ Δε-σπότα τῶν ἁπάντων…Δόξα…τὸ
ἰδιόμελον τῶν ἀποστόλων· Ἑορτὴ χαρ-μόσυνος…Καὶ
νῦν…τὸ ἰδιόμελον τῶν ἁγίων· Δεῦτε πιστοί,
σήμερον χορείαν ἐπικροτήσαντες…Τό· Νῦν
ἀπολύεις…καὶ τὸ τρισάγιον. Ἀπολυ-τίκιον, τὸ ἀναστάσιμον· Ἐξ ὕψους
κατῆλθες…τῶν Ἀποστόλων· Ἀπό-στολοι
ἅγιοι…Δόξα…τῶν ἁγίων· Τῶν
ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου… Καὶ νῦν· Θεοτόκε
Παρθένε...Ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἡ ἀνάγνωσις εἰς τὰς ἐπιστολὰς.
Μὴ οὔσης ἀγρυπνίας,
ἐν τῷ μεγάλῳ ἐσπερινῷ λέγομεν ἀπολυτίκια ὡς ἐν τῷ μικρῷ διετάχθησαν. Τῇ δὲ
Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ
τριαδικὸς κανὼν τοῦ ἤχου· Τῷ τρισηλίῳ
Βασιλεῖ καὶ πρύτανι…Τά· Ἄξιόν ἐστιν…Τρισάγιον…Ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωο-δότου…αἱ δεήσεις
καὶ ἡ ἀπόλυσις.
Ἐν τῷ ὄρθρῳ
Εἰς
τὸ· Θεὸς Κύριος...τὰ Ἀπολυτίκια· Ἐξ ὕψους
κατῆλθες…τῶν Ἀπο-στόλων· Ἀπόστολοι ἅγιοι…Δόξα…τῶν ἁγίων· Τῶν ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον· Τὸ ἀπ’ αἰῶνος ἀπό-κρυφον…Εὐθὺς ἡ
στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης· Κύριε,
ἐλέησον γ΄, Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς
τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλ-ληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός.
Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ
ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι σὸν
τὸ κράτος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα καθίσματα· Ἀνέστης
ἐκ νεκρὼν…Δόξα∙ Ἄνθρωποι τὸ μνῆμά σου…Καὶ νῦν…τὸ θεοτοκίον∙ Ὁ δι’
ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου…Εἶτα ὁ ἀναγνώστης· Κύριε,
ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς
τὸ τέλος αὐτοῦ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ
γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ
ἱερεύς· μικρὰ συναπτὴ καί· Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος…Ὁ χορός· Ἀμήν, καὶ ψάλλονται τὰ ἀνα-στάσιμα καθίσματα· Λευχειμονὼν
ὁ Γαβριὴλ φαιδρὼς ἐπέστη…Δόξα∙ Ἀ-ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς…Καὶ
νῦν…τὸ θεοτοκίον∙ Ἐπὶ σοὶ
χαίρει Κεχαριτωμένη…Εἶτα ὁ ἀναγνώστης· Κύριε,
ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ΙΖ΄ κάθισμα τοῦ Ψαλτηρίου.
Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια.
Αἴτησις καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου· Αἱ μυρο-φόροι
τοῦ Ζωοδότου…Εὐθὺς οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ
τάξις τοῦ ἑωθινοῦ α΄ Εὐαγγελίου. Εἶτα τὸ· Ἀνά-στασιν
Χριστοῦ…Ὁ ν΄ ψαλμός. Δόξα· Ταῖς τῶν
Ἀποστόλων…Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…Εἰς
τὸν στίχον τὸ· Ἀναστὰς ὁ Ἰησοῦς…
Εἶτα οἱ κανόνες·
ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς δ΄ τροπάρια, ὁ τῆς θεοτόκου, ἄνευ εἱρμῶν, εἰς
β΄ τροπάρια, τῶν ἁγίων, ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια καὶ τῶν ιβ΄ ἀποστόλων,
ἄνευ εἱρμῶν, εἰς δ΄ τροπάρια. Λέγομεν δὲ καὶ τοὺς ιβ΄ στίχους τῆς στιχολογίας
ἐν ἑκάστῃ ᾠδῇ, εἰς δὲ τὰ δύο τελευταῖα τὸ· Δόξα…καὶ
τὸ· Καὶ νῦν…Καταβασίαι· Ἀνοίξω τὸ στόμα μου…Ἀπὸ γ΄ ᾠδῆς, τὸ
ἀναστάσιμον κοντάκιον· Ἑξαναστὰς τοῦ
μνήματος…καὶ ὁ οἶκος· Τά τοῦ Ἅδου
σκυλεύσας βασίλεια…τὸ κοντάκιον τῶν ἀποστόλων· Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας…Εἴτα,
κάθισμα
τῶν
ἁγίων· Προπατόρων, Πατέρων, Πατριαρχών…Δόξα…τῶν
ἀποστόλων· Κατοικισθέντες
ἐν φωτὶ ἀπροσίτῳ…Καὶ νῦν…το θεοτοκίον· Οὐ
σιω-πήσωμέν ποτέ Θεοτόκε…Ἀφ’ ἕκτης, κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς φύσεως…καὶ ὁ οἶκος αὐτῶν·
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες…Συ-ναξάριον
τοῦ Μηναίου, εἶτα τοῦ Πεντηκοσταρίου. Ἡ
τιμιωτέρα στι-χολογείται.
Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ
γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν…εἶτα
τὸ ἑξαποστειλάριον, τὸ α΄ ἀναστάσιμον· Τοῖς
μαθηταῖς συ-νέλθωμεν…τῶν ἁγίων· Τὸν
Βαπτιστὴν καὶ Πρόδρομον…τῶν ἀποστόλων· Τῶν
Μαθητῶν τὴν παντιμον δωδεκάδα…καὶ τὸ θεοτοκίον· Ὑμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε…Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους ι΄
καὶ ψάλ-λομεν ἀναστάσιμα στιχηρὰ δ΄· Κύριε,
εἰ καὶ κριτηρίῳ παρέστης…Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου…Κύριε, εἰ καὶ ὡς θνητὸν
ἐν μνημείῳ…Ὁ ἄγ-γελός σου, Κύριε…τῶν ἁγίων προσόμοια γ΄· Τοὺς Ἁγίους ὁ Κύριος…Σὺν προφήταις
Ἀπόστολοι…Οἱ τὴν γῆν οὐρανώσαντες…καὶ τῶν ἀπὸστόλων προσόμοια γ΄· Ἡ κορυφαὶα κρηπὶς τῶν Ἀποστόλων…Ὁ ἐκ κοιλίας
μητρὸς ἀφωρισμένος…Ὡς φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων… Δόξα…τὸ α΄
ἑωθινὸν· Εἰς τὸ ὅρος τοῖς Μαθηταῖς ἐπειγομένοις…Καὶ
νῦν, τὸ
Θεοτοκίον· Ὑπερευλογημένη ὑπάρχεις…Δοξολογία μεγάλη, καὶ μόνον
τὸν ἀναστάσιμον τροπάριον· Ἀναστὰς ἐκ τοῦ
μνήματος…Ἐκτενής, ἀπόλυσις, καὶ ἡ α΄
ὥρα ἐν τῷ νάρθηκι.
Ἐν ταῖς ὥραις
Ἐν
μὲν τῇ α΄ καί Ϟ΄ ὥρα, Δόξα…τὸ ἀναστάσιμον ἀπολυτίκιον· Ἐξ ὕψους
κατῆλθες…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Ἐν δὲ τῇ γ΄ καὶ θ΄
ὥρα, Δόξα…τό ἀπολυτίκιον τῶν ἁγίων· Τῶν
ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς τὸ
τρισάγιον δὲ πασῶν τῶν ὡρῶν, ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωοδότου…
Εἰς τὴν
Λειτουργίαν
Τὰ
τυπικά. Οἱ μακαρισμοὶ τοῦ πλ. δ΄ ἤχου εἰς δ΄ τροπάρια, καὶ ἐκ μεν τοῦ κανόνος
τῶν ἁγίων ἡ γ΄ ᾠδὴ εἰς δ΄ τροπάρια ἄνευ εἱρμῶν, ἐκ δὲ τοῦ κανόνος τῶν ιβ΄
ἀποστόλων, ἡ Ϟ΄ ᾠδὴ εἰς δ΄ τροπάρια ἄνευ εἱρμῶν. Εἰσοδικὸν τὸ·
Δεῦτε προσκυνήσωμεν…ὁ ἀναστὰς ἐκ νεκρών…Ἀπολυ-τίκια
μετὰ τὴν εἴσοδον· Ἐξ ὕψους κατῆλθες ὁ
εὔσπλαχνος…τῶν ἁγίων· Τῶν
ἐν ὅλῳ τῷ κόσμῳ μαρτύρων σου…τῶν Ἀποστόλων· Ἀπόστολοι ἅγιοι…
τοῦ ἁγίου τῆς μονῆς ἢ τοῦ ἁγίου τοῦ ναοῦ…ἡ ὑπακοὴ τοῦ ἤχου· Αἱ μυροφόροι τοῦ Ζωοδότου…Δόξα…τὸ
κοντάκιον τῶν ἀποστόλων· Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας…Καὶ
νῦν…τὸ κοντάκιον τῶν ἁγίων· Ὡς ἀπαρχὰς τῆς φύσεως…Τρισάγιον. Προκείμενον καὶ Ἀλληλουϊάριον τῶν
ἁγίων Πάντων. Ἀπόστολος τῶν ἁγίων Πάντων καὶ τῶν ιβ΄ ἀπο-στόλων, ήτοι· Ἀπόστολος·
α΄.
Τῶν ἁγίων Πάντων· Οἱ ἅγιοι πάντες διὰ
πίστεως κατηγωνίσαντο βασιλείας…(Ἑβρ. ια΄ 33-40, ιβ΄ 1-2), ὁ ζήτει τῇ πρώτῃ Κυριακῇ ἀπὸ τὴν Πεντηκοστὴν καὶ β΄. Τῶν
ιβ΄ Ἀποστόλων· Ὁ Θεὸς ἡμᾶς τοὺς
ἀποστόλους…(Κορ. δ΄ 9-16), ὁ ζήτει τῇ ι΄ Κυριακῇ τῶν ἐπιστολῶν
τοῦ Ἀποστόλου Παύλου. Εὐαγγέλιον·
α΄. Τῶν ἁγίων Πάντων·
Πὰς ὅς τις ὁμολογήσει ἐν ἑμοὶ ἔμπροσθεν
τῶν ἀνθρώπων… (Ματθ. ι΄ 32-48,
37-38, ιθ΄ 27-30), ὁ ζήτει τῇ πρώτῃ Κυριακῇ ἀπὸ τὴν Πεντηκοστὴν καὶ β΄. Τῶν
ιβ΄ Ἀποστόλων· Ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους…(Ματθ.
θ΄ 36, ι΄ 1-8), ὁ ζήτει τῇ λ΄ Ἰουνίου. Εἰς τὸ Ἑξαιρέτως, τὸ· Ἄξιόν ἐστιν…Κοινω-νικὸν· Αἰνεῖτε τὸν Κύριον…και· Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ. Τὸ· Εἴ-δομεν τὸ φῶς… Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄, Δόξα καὶ νῦν οἱ δύο ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ
ἡ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου